Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.64 Joseph. AJ 8.66 (English) >>Joseph. AJ 8.71

8.65τέτραπτο δὲ πρὸς τὴν ἀνατολήν. τὸ δὲ προνάιον αὐτοῦ προύστησαν ἐπὶ πήχεις μὲν εἴκοσι τὸ μῆκος πρὸς τὸ εὖρος τοῦ οἴκου τεταμένον, ἔχον δὲ πλάτος πήχεις δέκα καὶ εἰς ὕψος δὲ ἀνεγηγερμένον πηχῶν ἑκατὸν καὶ εἴκοσι. περιῳκοδόμησε δὲ τὸν ναὸν ἐν κύκλῳ τριάκοντα βραχέσιν οἴκοις, οἳ συνοχή τε τοῦ παντὸς ἔμελλον ἔσεσθαι διὰ πυκνότητα καὶ πλῆθος ἔξωθεν περικείμενοι, καὶ δὴ καὶ τὰς εἰσόδους αὐτοῖς διʼ ἀλλήλων κατεσκεύασεν. 8.66ἕκαστος δὲ τῶν οἴκων τούτων εὖρος μὲν εἶχε πέντε πήχεις, μῆκος δὲ τοὺς αὐτούς, ὕψος δὲ εἴκοσιν. ἐπῳκοδόμηντο δὲ τούτοις ἄνωθεν ἕτεροι οἶκοι καὶ πάλιν ἄλλοι κατʼ αὐτῶν ἴσοι καὶ τοῖς μέτροις καὶ τῷ ἀριθμῷ, ὡς τὸ πᾶν ὕψος αὐτοὺς λαβεῖν τῷ κάτωθεν οἴκῳ παραπλήσιον· γὰρ ὑπερῷος οὐκ ἦν περιῳκοδομημένος. 8.67ὄροφος δὲ αὐτοῖς ἐπεβέβλητο κέδρου καὶ τοῖς μὲν οἴκοις ἴδιος ἦν οὗτος ἑκάστῳ πρὸς τοὺς πλησίον οὐ συνάπτων, τοῖς δʼ ἄλλοις ὑπῆρχεν στέγη κοινὴ διʼ ἀλλήλων δεδομημένη μηκίσταις δοκοῖς καὶ διηκούσαις ἁπάντων, ὡς τοὺς μέσους τοίχους ὑπὸ τῶν αὐτῶν συγκρατουμένους ξύλων ἐρρωμενεστέρους διὰ τοῦτο γίνεσθαι. 8.68τὴν δὲ ὑπὸ τὰς δοκοὺς στέγην τῆς αὐτῆς ὕλης ἐβάλετο πᾶσαν ἐξεσμένην εἰς φατνώματα καὶ προσκόλλησιν χρυσοῦ. τοὺς δὲ τοίχους κεδρίναις διαλαβὼν σανίσι χρυσὸν αὐταῖς ἐνετόρευσεν, ὥστε στίλβειν ἅπαντα τὸν ναὸν καὶ περιλάμπεσθαι τὰς ὄψεις τῶν εἰσιόντων ὑπὸ τῆς αὐγῆς τοῦ χρυσοῦ πανταχόθεν φερομένης.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.64 Joseph. AJ 8.66 (English) >>Joseph. AJ 8.71

Powered by PhiloLogic